Εγκύκλιος Πανιερωτάτου

Εγκύκλιος Πανιερωτάτου

Χρυσόστομος Ἐλέῳ Θεοῦ Μητροπολίτης Κυρηνείας, Ὑπέρτιμος καί Ἔξαρχος Λαπήθου καί Καραβᾷ, παντί τῷ πληρώματι τῆς καθ’ ἡμᾶς Ἁγιωτάτης Μητροπόλεως Κυρηνείας, χάρις ὑμῖν καί εἰρήνη παρά Θεοῦ.

 

Τέκνα ἐν Κυρίῳ ἀγαπητά,

Ἀξιωθέντες καί ἐφέτος νά ἑορτάσωμεν τήν Ἁγίαν Πεντηκοστήν τῇ ἐπιδημίᾳ τοῦ Παναγίου Πνεύματος, δοξάζομεν ἐν ἐκκλησίαις καί προσκυνοῦμεν τήν τρισυπόστατον  Θεότητα, ἐκφράζοντες καί εἰς ἀλλήλους ἐγκαρδίους εὐχαριστίας διά τήν σύνταξιν, συμπόρευσιν καί ἐφαρμογήν τῶν μέτρων περιστολῆς τῆς λοιμώδους νόσου πρός διαφύλαξιν καί περιφρούρησιν τοῦ θεοσδότου δώρου τῆς ὑγείας.

Ἡ μεγάλη δοκιμασία ἐν τῷ καιρῷ τῆς χαλεποῦς αὔτης περιστάσεως ἀνέδειξε τά πλουσίως ἐκχυθέντα ἐν τῇ Ἐκκλησίᾳ χαρίσματα. Ἡ θυσιαστική ἀγάπη τοῦ Θεοῦ διά τόν ἄνθρωπον ἀπέδωσε διά πολλοστήν φοράν καρπούς ἀγάπης καί συμπαράστασης πρός τόν συνάνθρωπο, τόν ἐγγύ καί τόν μακράν. Ὁ δέ Παράκλητος, ὁ θησαυρός τῶν ἁγαθῶν καί ζωῆς χορηγός, ὁ συγκροτῶν ὅλον τόν θεσμόν τῆς Ἐκκλησίας, τά διεμερισθέντα ἔθνη εἰς ἐνότητα ἐκάλεσε καινουργῶν τήν συμφωνία πρός σωτηρίαν πάντων ἡμῶν τῶν ἐναγωνίως ἐν μετανοίᾳ ἐπιζητούντων παρά Κυρίου τοῦ Θεοῦ ἡμῶν τό μέγα καί πλούσιον ἔλεος.

Τό φῶς ἐπέστη, τοῦ Παρακλήτου, τόν κόσμον ἐφώτισε καί ἡμᾶς οὐρανομύστας ἀνέδειξε. Ἐν τῷ αὐτῷ φωτί προαγόμεθα πνευματικῶς γνωρίζοντες τόν μόνον ὄντως ὄντα Θεόν.

Ἔχοντες δε καί κατά τόν μῆνα Ἰούνιον, ἐν τῷ πανηγυρίζοντι Ἱερῷ Μητροπολιτικῷ Ναῷ Ἀποστόλου Βαρνάβα, τήν εὐλογίαν τοῦ ἱεροῦ λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρνάβα, δεόμεθα τοῦ τῆς Ἐκκλησίας Δομήτορος, ὅπως στηρίζῃ καί ἐνισχύῃ πάντας ἡμᾶς ἐν ἐκτοπισμῷ καί προσφυγιᾷ.

Κατά δε τούς προσεχεῖς μῆνας Ἰούλιον καί Αὔγουστον, ἐνθυμούμεθα τήν βιαίαν ἔξωσιν ἐκ τῶν πατρογονικῶν ἡμῶν ἐστιῶν. Διάγοντες ἐν προσευχῇ καί νηστείᾳ ὑπέρ τῆς κρίμασιν ὁ Θεός οἶδεν ἐπιστροφῆς πάντων ἡμῶν, τῇ καταλλαγῇ τῶν διεστώτων, ἐν καρδίᾳ συντετριμμένῃ καί πνεύματι ταπεινώσεως καί Συνοδικῇ ἀποφάσει, τελοῦμεν προϊσταμένης τῆς ἡμετέρας Ἐλαχιστότητος, τά καθιερωμένα ἱερά Μνημόσυνα διά τήν Μητροπολιτικήν Ἐπαρχίαν Κυρηνείας, συμφώνως τοῦ ἐκδοθέντος ὑπό τῆς Ἱερᾶς Μητροπόλεως προγράμματος.

Ἐν τῷ πλαισίῳ ὑπερβαλλούσης ἁβροφροσύνης τῆς ἐπιδεικνυομένης ποιμαντικῶς ἀφ’ ἡμῶν, εὐχόμεθα ἄπαξ ἔτι ὅπως Κύριος, ὁ Θεός διαφυλάττῃ τήν ἐνότητα τοῦ ἄχρι τῆς σήμερον δεινῶς δοκιμαζομένου καί διεσκορπισμένου ἡμῶν Ποιμνίου ἕως τῆς ποθεινῆς ἡμέρας τῆς ἐπιστροφῆς καί ἐπικαλούμεθα πᾶσαν ἄνωθεν εὐλογίαν ἐφ’ ὑμᾶς, πρεσβείαις τῶν ἐν Κυρηνείᾳ Ἁγίων, τῶν ἀπ’ αἰῶνος τῷ Θεῷ εὐαρεστησάντων, Οὗ ἡ χάρις καί τό ἄπειρον ἔλεος εἴησαν μετά πάντων ὑμῶν. Ἁμήν.

Μετά τῆς ἐν Κυρίῳ ἀγάπης

† ὁ Κυρηνείας

διάπυρος πρός τόν Θεόν εὐχέτης πάντων ἡμῶν

 

Ἐν τῇ Ἱερᾷ Μητροπόλει Κυρηνείας

Ἐν Λευκωσίᾳ, τῇ 19ῃ Ἰουνίου 2020.